Ancient Greek
379.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 379.1
Unproofread scanNot analysed yet
μόριον, ἐπίλαμβάνει τε τὰ συνεχῆ καὶ ἀποκτείνει τὸν ἄνθρωπον. 3 Ὅταν δὲ τελῶς ἀναίσθητα γένηται τὰ οὕτω παθόντα σώματα, τὸ 4 πᾶθος οὐκέτι γάγγραιναν, ἀλλὰ ἤδη σφάκελον ὀνομάζουσιν. Συμβαίνει δὲ τοῦτο τὸ πᾶθος καὶ τοῖς ὀστοῖς, ὅταν ἡ περιειμένη σὰρξ αὐτοῖς μοχθηροὺς ἰχώρας γεννώσα διαδρέξῃ τούτοις αὐτὰ καὶ δια- 5 σήψῃ. Τελῶς μὲν οὖν νεκρωθὲν τὸ μόριον τάχιστα χρὴ περικόπτειν κατὰ ὃ ψαύει τοῦ πλησιάζοντος ὑγιοῦς· τὴν δὲ γάγγραιναν θεραπεύειν χρὴ κενούντων ὅσον οἷόν τε πλεῖστον τοῦ κατὰ τὸ πάσχον μόριον αἵματος· ἢ γὰρ φλέβα τεμὸντας κενῶσαι δεῖ τὸ ἐφθαρμένον αἷμα ὅταν περι αὐτὸ τὸ μόριον φλὲψ μεγάλη ᾖ, ἢ ὅλον τὸ δέρμα 10 διαιροῦντας πολλαῖς καὶ βαθείαις ἀμυχαῖς καὶ ἑάσαντας ἀπορρύηναι τὸ αἷμα τῶν φαρμάκων ἐπιτιθέναι τι τῶν πρὸς τὰ σηπόμενα χρησίμων· ἐστὶ δὲ ταῦτα διὰ ὀξυμέλιτος ἄλευρον ὄρὸβαν, ἢ αἰρῶν, ἢ 6 τὸ τῶν κυάμων. Προσάγειν δὲ σφοδρότερον βουλόμενος ἄλῶν ἐπεμ-