Ancient Greek
385.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 385.1
Unproofread scanNot analysed yet
ἕως, εὐχολος· θερμαίνειν γὰρ χρὴ καὶ ὑγραίνειν ὅλον τὸ σκέλος, ἵνα ἀνώδυνον γένηται, καὶ ἐπιτιθέναι τῷ μὲν ἕλκει τῆς τετραφαρμάκου θερμῆς ἐν μύτῳ λυομένης ῥόδινῃ ἢ τινὶ τῶν χαλαστικῶν ἐλαίων, περιελίτειν δὲ ὅλῳ τῷ κώλῃ φίλημα ἐλαίῳ θερμῷ βεβρεγμένον, ἔξωθὲν τε καταπλαττεῖν τὸ ἕλκος καταπλάσματι θερμῷ ἐξ ἀλεύρου πυρίνου, ἢ κριθίνου, ἢ ἐξ ἀμφοτέρων σὺν ἐλαίῳ βραχεῖ, τὸν δὲ ἀδένα τὸν φλεγμαίνειν ἤρξημένον σαργυρορεῖν κατὰ ἀρχὰς ἔριον ἐπιτιθέντας διάβροχον ἐλαίῳ θερμῷ, μὴ μετὰ ἁλῶν, ὡς τινες ποιοῦσιν· ὕστερον γὰρ τούτοις χρησόμεθα, τοῦ τε παντὸς κώλου σαργυρορηθέντος καὶ ἀνωδύνου γενομένου τοῦ ἕλκους. Ἐπὶ τούτοις μὲν οὖν ὡς ἐπὶ τὸ πολὺ τῶν ἀδένων ἡ φλεγμονὴ λύεται· πολλάκις δὲ καὶ μειζὼν γίνεται καὶ ἐκπυύσκεται. Ὅταν οὖν τὸ ζέον τῆς φλεγμονῆς σαύσῃται, τῶν μὲν σαργυρορητικῶν φαρμάκων ἀφίστασθαι· χρῆσθαι δὲ τοῖς διαφορητικοῖς, κατὰ βραχὺ μεταβαίνοντα τῶν διαφορούντων