Ancient Greek
397.8
Oribasius Med., Synopsis Ad Eustathium Filium 397.8
Unproofread scanNot analysed yet
1 Διὰ μὲν τῶν σφοδρῶς ἐλκόντων φαρμάκων ἡ τε μυρμηκία καὶ ἀκροχορδῶν ἀποσπασθήσεται· διὰ δὲ τῶν σπῶντων νεκρωθήσεται. ἕμους καὶ δοθίηνας σκληροὺς καὶ ἧλους ποιεῖ ὄξει δευομένη. Ὄλυμ- 5 θοι ἐψηθέντες μὲν σκληροὺς ὀγκοὺς διαφοροῦσιν, ὡμοὶ δὲ καὶ μυρμυκίας τε καὶ ἕμους ἐκβάλλουσιν. Τὰ δὲ κονδυλώματα σιέλλει 6 ἐλαίας ἄνθη μετὰ ὕδατος καταπλασθόμενα, ἀλὼθὴ σὺν γλυκεῖ κατα- 5 χρισμένη, πενταφύλλου ῥίζα καταπλασθεῖσα, κυδώνια ἔφθὰ σὺν ἄρτῳ ἢ ἀλφίτῳ, μυρσίνης φύλλα κεκαύμενα σὺν κηρωτῇ, πρόπολις προμαλασσομένη καὶ ἐπιτιθεμένη. Αἴρει δὲ τὰ κονδυλώματα καὶ 7 τὰ σύκα ἀρσενικὸν καταπλασθέν, ἄσβεστος καὶ τρυξ ἴξῶ ἀναληφθέντα καὶ ὡς σπιληνίον ἐπιτιθέμενα. Τὰ δὲ ὑπερμεγέθη σύκα ἀπο- 8 10 θάλλει ἰὼς σιδήρου σὺν οἴνῳ ἐπιχρισθεὶς γλυκεῖ, ἄνηθου σπέρματος κεκαυμένου ἢ τέφρα καταπλασσομένη, σιυπήρια σχιστὴ λεῖα σὺν ὄξει, σιυπήρια ὑγρὰ μετὰ ἄρτου καὶ οἴνου καὶ σελίνου. Σύκα δὲ 9 ἀφαιρεθέντα καὶ ἕμους καὶ κονδυλώματα ἀποθεραπεύει καὶ οὐκ ἐξπάλιν αὔξεσθαι τέφρα κλημάτων σὺν ὄξει καταπλασθεῖσα.