Ancient Greek
407.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 407.1
Unproofread scanNot analysed yet
μὲν δαψιλοὺς ἐπεμβληθέντος, ἐλαίου δὲ βραχέος καὶ σὺν αὐτῷ πραΐσου καὶ ἀνήθου. Πρόδηλον δὲ ὅτι μέχρι τοσούτου τὰς σάρκας τῶν ἐχινδῶν ἔψειν προσήκει μέχρις ἂν ἀκριβῶς γεννηθῶσιν ἁπαλαί. Καὶ αὐτὸ δὲ τὸ διὰ αὐτῶν σκευαζόμενον φάρμακον ὃ καλοῦσι Θηριακὴν ἐπιτηδεῖόν ἐστι πίνειν δαψιλῶς τοῖς οὕτω κάμνουσι, καὶ εἰ βούλοιτό τις αὐτῷ καὶ τὸ δέρμα χρῖσθαι· ταῦτα γὰρ πάντα ποιούντων ἐστὶν ὅτε λέπος ἀφίσταται τοῦ δέρματος, ὁποῖον ἐπὶ τῶν ὄφεων τὸ καλούμενον γῆρας. Χρώμεθα δὲ ἐπὶ αὐτῶν καὶ τοῖς ἄλοι τοῖς Θηριακοῖς, καὶ τῇ καλαμίνθῃ· ἀγαθὸν γὰρ καὶ τοῦτο, μὴ μόνον γενναίως διαφοροῦν τοὺς λεπτοὺς χυμοὺς, ἀλλὰ καὶ λεπτῶν ἰσχυρῶς καὶ τέμνον τοὺς παχεῖς τοὺς τοῦτο τὸ νόσημα γεννῶντας. Οὐ μὴν ἀπλῶς ἐπὶ ἕκαστον τούτων ἔρχόμεθα, προκαθαίρομεν δὲ πάντως, ἐστὶ δὲ ὅτε καὶ προφλεβοτομοῦμεν.