Ancient Greek
408.3
Oribasius Med., Synopsis Ad Eustathium Filium 408.3
Unproofread scanNot analysed yet
Ἐπὶ δὲ τῆς ἀπολωλυίας ἢ μεγάλως βεβλαμμένης μνήμης εἰ μὲν ψυχρὰ δυσκρασία πάντως ἐστί, καὶ θερμαίνειν αὐτὴν πάντως προσήκει· οὐ μὴν ἐξ ἀνάγκης ξηραίνειν, ὥσπερ οὐδὲ ὑγραίνειν, ἀλλὰ εἰ μὲν μετὰ ὑγρότητος εἴη, ξηραίνειν· εἰ δὲ μετὰ ξηρότητος, ὑγραίνειν· εἰ δὲ ἐν τῷ μέσῳ τούτων, ἐν ταύτῃ τῇ καταστάσει φυλάττειν. Τοὺς δὲ ληθαργικοὺς καὶ φρενιτικοὺς φλεβοτομεῖν χρὴ κατὰ ἀρχὰς εὐθὺς, καὶ τοῦτο μὲν κοινὸν ἀμφοτέροις τοῖς νοσήμασιν· κοινὸν δὲ καὶ τὸ κατὰ τὴν ἀρχὴν ὀξυρρόδινον προσφέρειν.