Ancient Greek
409.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 409.1
Unproofread scanNot analysed yet
τὰ δὲ ἐφεξῆς ἐναντία· πραΰνειν μὲν γὰρ προσήκει τὰ μετὰ τῶν ἀγρυπνιῶν, ἐπεγείρειν δὲ τὰ μετὰ ἀκινησίας. Εἰκότως οὖν ἀκμαζόντων αὐτῶν τοῖς μὲν ἀγρυπνητικοῖς καὶ παρακοπτικοῖς νοσήμασι τὰς διὰ μήκωνος κωδῶν ἐπιβροχὰς προσοίσομεν, ὀσφρανοῦμέν τε καὶ διαχρίσομεν, ἤτοι τὰ ψιλεύγια τῆς ῥινὸς ἐκ τῶν ἔνδον μερῶν, ἢ τὸ μέτωπον. Ἐπὶ δὲ τῶν ἐναντίων παθῶν ἐπεγείρει καὶ τεμεῖν καὶ θερμᾶναι προσήκει τὸ σῶχος τοῦ λυποῦντος χυμοῦ. Ἐναφέντες οὖν ὄξει θύμον καὶ γλήχωνα καὶ ὄρίγανον, καὶ ὅσα τε ἄλλα τοιαῦτα τῇ ῥινὶ τῶν οὕτω διακειμένων προσοίσομεν· μετὰ δὲ ταῦτα καὶ τὸν οὐρανίσκον ἰσχυροῖς καὶ δριμέσι φαρμάκοις χρίσομεν· ἐξῆς δὲ καὶ τοῖς σιλαρμικοῖς χρησόμεθα, καὶ κατὰ τῆς κεφαλῆς ἐπιθήσομεν ὁμοίας δυνάμεις φαρμάκων ἄχρι τοῦ νάπτους. Ἄλλα καὶ ταῖς σικυαῖς ἐπὶ ἀμφοτέρων χρονιζόντων χρησόμεθα καὶ τῷ καστορίῳ.