Ancient Greek
418.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 418.1
Unproofread scanNot analysed yet
τις καὶ τρίτη διαφορά μελαγχολίας ὥσπερ ὅταν ἐπιληψία τὴν ἀρχὴν ἀπὸ τῆς κοιλίας ἴσχη· καλοῦσι δὲ ἔνιοι τῶν παλαιῶν ὑποχονδριακὸν νόσημα τὴν τοιαύτην διάθεσιν. Ἐὰν μὲν οὖν 3 ἀρχῆται τὰ κατὰ τὴν γαστέρα συμπτώματα, καὶ μείζοσιν αὐτοῖς γενομένοις ἀκολουθήσῃ τὰ μελαγχολικὰ πάθη, κουφίζεται τε ταῖς διαχωρήσεσι καὶ τοῖς ἐμέτοις καὶ ταῖς εὐπεψίαις καὶ ταῖς ἐρυγαῖς ὁ ἄνθρωπος, ὑποχονδριακὸν μὲν ὀνομάζομεν καὶ φυσώδες τὸ νόσημα· σύμπτωμα δὲ εἶναι φήσομεν αὐτοῦ τὴν δυσθυμίαν καὶ τὸν φόβον· ὅταν δὲ τὰ μὲν τῆς μελαγχολίας ἴδια συμπτώματα φαίνηται μεγάλα, 10 κατὰ δὲ τὴν κοιλίαν ἤτοι μηδὲν, ἢ σμικρότατον, ἐγκέφαλον ἡγητέον ἐπὶ τούτων πρωτοπαθεῖν, ἠθροισμένης ἐν αὐτῷ μελαίνης χολῆς. Δεῖ δὲ τὴν τοιαύτην μελαγχολίαν διὰ τε λουτρῶν συνεχῶν καὶ 4 διαίτης εὐχύμου τε καὶ ὑγρᾶς ἐνθεραπεύειν χωρὶς ἑτέρου βοηθήματος, ὅταν γε μήπω διὰ χρόνου μήκος δυσεκκένωτος ὁ λυπῶν ἢ χυμός,