Ancient Greek
428.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 428.1
Unproofread scanNot analysed yet
τέσσαρας αὖθις διδόναι δύο ὁμοίως, καὶ πάλιν τρεῖς δραχμὰς διδόναι· διασῆψαντα δὲ μετὰ ταῦτα τὴν τελείαν διδόναι δόσιν Δʹ, καὶ τοῦ μέλιτος ἐπεμβαλόντα καὶ τῶν ἄλῶν ὅσον κοχλιάριον· μιγύνuai δὲ καὶ νῦν πέπερι. Ἐὰν μὲν οὖν ἐπὶ τῇ τοιαύτῃ δόσει καθαρθῇ τελῶς 5 ὁ θεραπευόμενος· εἰ δὲ μή, ἀλλὰ καὶ πέντε Δ διδόναι· ἔστι δὲ οἷς καὶ ἕξ, ἐὰν ἀκμάζοντες κατὰ τὴν ἡλικίαν ὦσιν. Διαιτα δὲ λεπθύ- 6 νοῦσα ἐστω. Ἐπὶ δὲ τὸ τὴν ἐμφραξιν ἐσχηκὸς μόριον ἐπίβαλλέ τι 7 τῶν διαφορητικῶν φαρμάκων. Χρὴ δὲ τῶν μὲν κατὰ πρόσωπον σα- 8 ραλευμένων ἀποφλεγματισμοῖς τε χρῆσθαι συνεχέσι παραξῶντας 10 τὴν ἰσχὺν αὐτῶν, καὶ ψιάρμους κινεῖν, καὶ τῆς κεφαλῆς προνοεῖν παντοίως· ἐπὶ ὧν δὲ οὐδὲν τῶν κατὰ πρόσωπον πέπονθεν, ἀρκεῖ προσφέρειν τὰ φάρμακα τῷ κατὰ ἰνίον τε καὶ τοὺς πρώτους σπονδύλους· χρῆσθαι δὲ καὶ ἐπὶ τούτων ἀποφλεγματισμοῖς.