Ancient Greek
430.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 430.1
Unproofread scanNot analysed yet
ἐξαίφνης σπασθῆναι συμβῇ, ἀναγκαῖον ἐπὶ πληρώσει γεγευέναι. Εἰ δὲ ἐν πυρετῶν διακαῶν ξηρανθείη ὅλον τὸ σῶμα καὶ τὰ νεῦρα, 3 κάππειτα διὰ τὴν ξηρότητα σπασθείη, μέγιστον δή τούτο τὸ κακόν ἐστι καὶ σχεδὸν ἀνίατον. Ὅταν μὲν οὖν εἰς τὰ ὀρθῶν τείνηται τὰ 4 5 μόρια τοῦ σώματος, ἐμπροσθότονος λέγεται τὸ πάθος· ὅταν δὲ εἰς τοὐπίσω, ὀπισθότονος· τέτανος δὲ ὅταν ἰσοσθενῶς ἐπὶ ἑκάτερα. Τοὺς μὲν οὖν ἐπὶ ξηρότητι σπασμοὺς οὐκ ἂν ἰάσαιο· τοὺς δὲ διὰ 5 πλήθους ἢ φλεγμονὴν γινομένους σπασμοὺς ἰάση τὸ μὲν πλήθος κενῶν, τὴν δὲ φλεγμονὴν τοῖς ἰδίοις αὐτῆς βοηθήμασιν ἐκθεραπεύων. 10 Γίνεται δὲ σπασμὸς καὶ ὅταν σπαραχθῶσι σφοδρότερον ἐμοῦντες. 6 Βοηθεῖ δὲ τοῖς σπαμμένοις ἀκανθίου ῥίζα, καὶ ἀκάνθου τῆς λευκῆς τὸ 7 σπέρμα σιυνόμενον, καὶ τῆς αἰγυπλίας ἀκάνθου. Καὶ τοῦ κενταυρίου 8 δὲ τοῦ μικροῦ τὸν χυλὸν ἔνιοι διδάσασι πίνειν ὅταν διὰ πληρώσιν ὁ