Ancient Greek
431.9
Oribasius Med., Synopsis Ad Eustathium Filium 431.9
Unproofread scanNot analysed yet
ἔχοντα· περιλαμβανέτω δὲ καὶ αὐχένας καὶ σιαγόνας ἐκατέρας καὶ τῶν χρονισάντων καὶ ταῖς εἰς ἔλαιον ἐμβάσεσι χρησιέον, καὶ δις τῆς ἡμέρας, εἰ τὰ τῆς δυνάμεως ἐπιτρέποι. Πηγάνινον ἔλαιον τερμινθίνης ἐντακείσης θερμὸν προσηνυὰς διὰ ἕδρας ἐνιέμενον θαυμασίως ὀνίνησιν αὐτούς. Προποτίζειν δὲ αὐτοὺς ὀπὸν κυρναϊχὸν, ἀλλὰ ἐπεὶ διαλυθεὶς δάκνει τὴν κατάποσιν, περιπλαστέον μέλιτι ἐφθῷ ὀρόβου τὸ μέγεθος. Καὶ ἡ ρίζα δὲ τοῦ σιλφίου ἐμπασθεῖσα μελικράτῳ δίδεται συμφερόντως, καὶ ἡ σμύρνα ὁμοίως, καὶ ὑσσώπου ἀφέψημα. Πάντων δὲ ὠφελιμώτατον τὸ καστόρειον· διόπερ καὶ δύο κοχλιάρια δοτέον μετὰ μελικράτου μεμερισμένως, οὐχ ὑπὸ ἕν.