Ancient Greek
440.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 440.2
Unproofread scanNot analysed yet
κδ'. Περὶ ῥεουσῶν τριχῶν. Οὔτε ἐπειράθην, οὔτε ἐπινωῶ κρεῖττον ἔσεσθαι φάρμακον ἐπὶ ῥεουσῶν τριχῶν τοῦ μιχθέντος ἐκ τε τοῦ λαδάνου καὶ τοῦ σχινίνου· εἰ δὲ πολλὴ ῥύσις εἴη διὰ ἀραιότητα τοῦ δέρματος μεγάλην, οὐκ ἀνεπιτήδειον πρὸς τὰ παρόντα καὶ μυρσίνινον ἀντὶ σχινίνου μίγνυσθαι τῷ λαδάνῳ. Πρόδηλον δὲ ὅτι πρῶγεῖσθαι δεῖ τριψιν τε τῆς κεφαλῆς καὶ τῶν πολλῶν τριχῶν ἀφαίρεσιν. Ἐκ νόσου δὲ ῥεουσῶν τῶν τριχῶν τῆς ἀναληπτικῆς διαίτης ἐστί χρεία. Δωτὸς δὲ τὸ δένδρον ῥεούσας τρίχας ἐπέχει. Καὶ ἀδροτόνου ἡ τέφρα μετὰ τινος τῶν ἐλαίων βραδέως ἀνιόντα γένεια προκαλεῖται. Τὴν δὲ χωρὶς νόσου