Ancient Greek
441.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 441.1
Unproofread scanNot analysed yet
ρύσιν ἴᾶται κράμβη ξηρὰ λεῖα μετὰ ὕδατος καταπλασσομένη, ἢ λωτοῦ ῥίζα ὁμοίως. —Πρὸς τὸ μὴ ἀπορρέειν τρίχας, ὁ ἐπαίνει ὁ Γαληνὸς, λάδανον ἀποβρέχων ἐν οἴνῳ λέαινε ἐναλλάξ παρεπιχέων μυρσίνινον ἔλαιον καὶ οἶνον ὡς μέλιτος ἔχειν πάχος, καὶ χρίε τὴν κεφαλὴν πρὸ βαλανείου καὶ μετὰ βαλανείου. Βέλτιον δέ ἐστι καὶ ἀδιάντου τὸ ἡμίσιον μέρος τοῦ λάδανου προσθελλειν καὶ χρῆσθαι μετὰ τοῦ μυρσινίνου ἢ μετὰ ναρδίνου. Ἐκ πυριμαύτου τρίχας φύσαι · συκῆς φύλλα λειοτριβηθέντα κατάπλασον τὸν τόπον. Πρὸς δὲ τὰς ἐν τῶν ὀφρύων τρίχας κεδρίαν καύσας τῇ αἰθάλῃ κατάχριε.