Ancient Greek
453.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 453.1
Unproofread scanNot analysed yet
Περὶ τῶν ἐν ὀφθαλμοῖς ὀδυνῶν. Ἐκ τῶν Γαληνοῦ. 1 Ὅταν δὲ ἰδύναι γένωνται σφοδρότεραι κατὰ τοὺς ὀφθαλμοὺς, ἐπισκέπτοῦ κατὰ τίνα διάθεσιν ὀδυνᾶσθαι συμβαίνει τὸν ὀφθαλμὸν ἐν ταῖς φλεγμοναῖς· ἤτοι γὰρ ἐπὶ τῷ δάκνεσθαι σφοδρῶς ὑπὸ τῆς τῶν ἐπιρρέοντων δριμύτητος, ἢ διὰ τὸ τείνεσθαι καὶ πεπληρώσθαι τοὺς χιτῶνας, ἢ διὰ ἐνύστασιν τινα παχέων ὑγρῶν ἢ χυμῶν ἢ πνευμάτων φυσωδῶν αἱ ὀδύναι γίνονται κατὰ αὐτοὺς σφοδραί. Τὰς μὲν οὖν δήξεις διὰ τῶν καθαρτηρίων κενοῦντας θεραπεύειν προσήκει, καὶ τοῦ ὄφου τὸ ὑγρὸν ἐγχέοντας· προπεπεμμένης δὲ τῆς φλεγμονῆς ἤδη καὶ ἀπερίτλου τοῦ σώματος ὄντος, ἐπιτηδειότατα τούτοις ἐστὶ λου- 3 τρα. Τὰς δὲ ἐπὶ πλήρωσει φλεγμονὰς διὰ τε κενώσεως αἵματος καὶ γαστρὸς ὑπαγωγῆς καὶ τριψέως τῶν κάτω μορίων ἴασθαι προσήκει· τὰς δὲ ἐνύστάσεις προκενωσάντα τὸ πᾶν σῶμα, καὶ μέντοι καὶ ἀντι-