Ancient Greek
456.8
Oribasius Med., Synopsis Ad Eustathium Filium 456.8
Unproofread scanNot analysed yet
καὶ τῶν διαφορητικωτέραν τι προσλαμβάνουσιν. με'. Περὶ ἀνθρακώσεως. πλάσσειν ἀλεύρῳ ὀροβίνῳ ἢ πυρίνῳ χρὴ ἐν μελικρατῷ ἐφθῶ, ἐνίοτε δὲ καὶ ἴριν λεπτὴν προσεμπλάσσοντα, καὶ γάλακτι ἐκλύζειν τὸν ὀφθαλμὸν· ἐὰν δὲ νέμηται τὰ ἔλκη, φακῶ καταπλάσσειν μετὰ μέλιτος, ἢ μήλων κυδανίων ἐφθῶν· ἐπὶ πιλέων δὲ νεμομένων, ἐλαίας φύλλοις ἐφθοῖς ἢ σιδοῖς ἐν οἴνῳ ἠψημένοις λείοις μετὰ μέλιτος. 2 Ἐπισταθείσης δὲ τῆς νομῆς καὶ τῆς ἐσχάρας ἐκπεσούσης διὰ τῆς ἐπιθέσεως τοῦ φαρμάκου τοῦ εἰρησμένου καὶ καθαρόν τῶν ἐλκῶν γενομένων καταπλάσσειν λεπιδοῖς ὀπταῖς λείοις μετὰ κρόκου καὶ 3 μέλιτος μέχρι κατουλώσεως. Τὸ δὲ φαρμακόν ἐστι τοδε· σποδίου 4 Δʹ, κρόκου ὀβολούς γʹ, λίθου σχιστοῦ Δʹ, σμύρνης μὴ ἄγαν πεφωσμένης ὀβολούς γʹ. Δεάνας οἴνῳ ἀμνιαλῷ ἕως ἂν ξηρανθῇ μίσγε γλυκέος κρητικοῦ παλαίου, καὶ συλλεάνας ὑγρὸν ἀνελοῦ εἰς πυξίδα κεραμιαίαν καὶ ὑπάλειφε.