Ancient Greek
458.9
Oribasius Med., Synopsis Ad Eustathium Filium 458.9
Unproofread scanNot analysed yet
καὶ θαλάσσῃ προσαντελεῖν τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμούς· εἰ δὲ 2 ρας γινομένης · τὰ δὲ ὁρώμενα ἐπὶ τούτοις μείζονα φαίνεται. Διαφέρει δὲ ἡ φθίσις τῆς ἀτροφίας τούτω · ἡ μὲν γὰρ φθίσις σιενωτέραν ποιεῖ τὴν κόρην, ἡ δὲ ἀτροφία ὅλον τὸν ὀφθαλμὸν μικρότερον καὶ ταπεινότερον. Θεραπεύειν δὲ τούτους χρῆ γυμνάζοντας τὰ ἄνω μέρη, καὶ τριβόντας ἐπιμελῶς τὴν κεφαλὴν καὶ τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμούς, καὶ ὕδατι προσαντλοῦντας τὸ πρόσωπον, καὶ χρίοντας τὴν κεφαλὴν μύρῳ τινὶ θερμαίνοντι, ὑπαλείφειν δὲ τοὺς ὀφθαλμοὺς ἀραιοῦντι δριμυτέρῳ φαρμάκῳ, οἷον ἐστί τὸ ὑποτεταγμένον · ἄμμωνιακοῦ ∠α', κροκομάγματος ∠δ', κρόκου ∠β', ἰοῦ ∠α'.