Ancient Greek
460.8
Oribasius Med., Synopsis Ad Eustathium Filium 460.8
Unproofread scanNot analysed yet
κεκαυμένης μέρη δύο, ἄλς ὀρυκτοῦ μέρος ἕν, λεῖα μετὰ μέλιτος ὑπαλείφειν. ἐνδμίζον τρεπομένου καὶ μεταβάλλοντος ἐκ τῆς οἰκείας χρώας πρὸς τὸ γλαυκόν, τὰ δὲ ὑποχύματα ὑγρῶν παρέμπλωσιν σπηνυμένων μεταξὺ τοῦ ῥαγοειδοῦς καὶ τοῦ κρυσταλλοειδοῦς. Ἔστι δὲ πάντα τὰ γλαυκώματα ἄνιάτα, τὰ δὲ ὑποχύματα ἰατὰ οὐ πάντα. Θεραπεύειν δὲ τοὺς ὑποχύσει πειραζομένους αἵματος ἀφαιρέσει ἀπὸ ἀγκῶνος καὶ καθάρσει καὶ κενώμασι δριμυτέροις, καθάπερ τοῖς διὰ κενταυρίου ἀφεψήματος ἢ σικύου σικύρου, καὶ κοιλίας λύσει συνεχεστέρα, καὶ σικύας τῷ ἰνίᾳ προσβάλλειν μετὰ κατασχασμοῦ. Δεῖ δὲ καὶ ὑδροποτεῖν πᾶρὰ ὅλην τὴν δίαιταν, καὶ κεχρῆσθαι τροφαῖς λεπτινουούσαις. Συνοίσει δὲ χρόνου διελθόντος καὶ ἀποφλεγματισμὸς διὰ τινων ἡμερῶν. Φαρμάκοις δὲ χρηστέον τὸ μὲν πρῶτον ἀπλοῖς, καθάπερ μέλιτι καὶ ἐλαίῳ καὶ μαράθρου χυλῷ, ὕστερον δὲ καὶ τοῖς συνθέτοις, οἷον ἐστὶ καὶ τόδε· σαγαπηνοῦ ζʹ, ὁποῦ κυρναϊκοῦ, ἔλλεξόρου λευκοῦ ἀνὰ ζʹ· οἱ δὲ ζεʹ· σπηγάνου ἀγρίου λʹ, ἀφρονίτρου ζεʹ.