Ancient Greek
470.3
Oribasius Med., Synopsis Ad Eustathium Filium 470.3
Unproofread scanNot analysed yet
Τοὺς μὲν ἐπὶ καταρρῷ σιῦσαντας αἷμα, φλέβα τεμῶν εὐθὺς ἐν ἀρχαῖς, ἢ κλύσματι δριμεῖ χρησάμενος, εἶτα τρίψας τὰ σκέλη καὶ τὰς χεῖρας ἐπὶ ὀλεσίον ἅμα φαρμάκῳ θερμαίνοντι καὶ διαδήσας, ξυρήσας τε τὴν κεφαλὴν ἐπιθήσεις τὸ διὰ τῆς κόπρου τῶν ἀγρίων περιστερῶν φάρμακον, ὧρῶν τε τριῶν μεταξὺ γενομένων ἐπὶ τὸ βαλανεῖον ἄγε, καὶ λούε ἄνευ τοῦ ψαῦσαι λίπος τῆς κεφαλῆς, εἶτα σκεπτάσας αὐτὴν συμμετρῷ πίλῳ τρέφε βροφήματι μόνῳ αὐσῃρῶν ὀπωρῶν ἔχοντι, εἶτα ὑπνοῦν μέλλοντι τὸ διὰ τῶν ἐχιδνῶν δίδου φάρμακον νεωστὶ ἐσκευασμένον, καὶ κατὰ τὴν δευτέραν ἡμέραν τὰ ἄλλα πάντα