Ancient Greek
473.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 473.1
Unproofread scanNot analysed yet
αὐτὴν τὴν πρώτην ἡμέραν ἑαυτοὺς ἐγχειρίσαντας ἰάσαιο ἂν· οὐ μὴν τοὺς γε μετὰ δύο ἢ τρεῖς ἡμέρας ἅπαντας, ἀλλὰ ἐνίοτε αὐτῶν τινες 7 ἀνίατον ἔσχον τὸ ἔλκος. Χαλεπωτέραν δὲ ἔχει τὴν ἴασιν τὰ ἐν τῷ πνεύμονι συνιστάμενα τῶν ἐλκῶν, καὶ χρὴ παραχρῆμα τέμνειν τὴν ἐν ἀγκῶνι φλέβα τὴν ἔνδον, ἐπαφαρεῖν τε δίς πού· ἢ καὶ τρίς, τρίξειν δὲ καὶ διαλαμβάνειν ὅλα τὰ κῶλα δεσμοῖς· ἐπειδὰν δὲ ταῦτα πραχθῇ, πρῶτον μὲν ὀξυκράτον ὑδαρὲς τε καὶ χλιαρὸν διδόναι πίνειν, ὅπως, εἴ τις εἴη θρόμβος ἐν τῷ σπλάγχνῳ, διαλυθεὶς ἐκβληθείη, καὶ τοῦτο· οὐδὲν κωλύει καὶ δίς καὶ τρίς ἐργάσασθαι· μετὰ δὲ ταῦτα διδόναι τῶν ἐμπλαττόντων τε ἄμα καὶ σιλυφόντων φαρμάκων, ἤτοι διὰ ὑδαροῦς ὀξυκράτου τὴν πρώτην, ἢ διὰ ἀφεγήματος μήλων ἢ μύρτων ἢ τινος ἄλλου τῶν σιυπλικῶν, εἰς ἑσπέραν τε πάλιν ὁμοίως 8 διδόναι τὸ φάρμακον, εἴργοντα πάσης τροφῆς. Καλλίστον δὲ καὶ τῇ