Ancient Greek
486.1 to 486.7
Oribasius Med., Synopsis Ad Eustathium Filium 486.1-7
Unproofread scanNot analysed yet
σικωνίῃ ἢ σαλαίῳ ἐλαίῳ. Ὅταν δὲ ὑπὸ πληρώσεως ὑγρῶν γένηται ὁ τε ἡσυχίᾳ καὶ ἀσιτίᾳ καὶ ὕπνῳ· τῶν δὲ ἄλλων τοὺς λεπτοὺς τὴν σύνταξιν καὶ μετρίως ἐσφηνωμένους ἐκβάλλειν ἐμέτοις, ποτὲ μὲν ἐπὶ τῷ τῆς πλισάνης χυλῷ γενομένοις ἢ μελιχράτῳ, ποτὲ δὲ ἐπὶ λυγμὸς, τοῦτο πάντες οὕτω συνίσταται, βιαίως δεῖται κενώσεως· τοῦτο δὲ πᾶσα μὲν ἐργάζεται. Αἱ δὲ ναυτίαι γίνονται πρὸς ἔμετον ὁρμῶν τῆς γαστρός, ποτὲ μὲν πλήθους βαρύνοντος αὐτήν, ποτὲ δὲ δήξεως ἢ ὅλως μοχθηρῶν χυμῶν. Τινὲς δὲ σπαράζονται μὲν, ἐμοῦσι δὲ οὐδὲν, ἐπὶ ὧν οὔτε πολὺς ἐστὶν ὁ λυπῶν χυμός, οὔτε κατὰ τὴν εὐρυχωρίαν τῆς γαστρός, ἀλλὰ αὐτοῖς περιέχεται τοῖς χιτώσι, ἐνίοις μὲν ὡς ὕδωρ ἐν σπόγγῳ, ἐνίοις δὲ ἐμπεπλασμένος δυσἀπολύτως. Ἡ δὲ ἴασις ἐν τρισίν ἐστὶν κειμένη κεφαλαίοις, πέψει καὶ ἐπιχράσει