Ancient Greek
494.9
Oribasius Med., Synopsis Ad Eustathium Filium 494.9
Unproofread scanNot analysed yet
πρώτα καὶ μυξώδεις, ὕστερον δὲ καὶ ξυσματώδεις, εἶτα καὶ βραχέος ἡ διὰ ἔλκωσιν ἐπιπολῆς γίνεσθαι φαμεν κατὰ ὅλον τὸ ἔντερον, ἢ 5 διὰ ἀτονίαν τῆς κοιλίας οὐ δυναμένης ἀνασχεσθαι τῶν σιτίων. Πολλάκις δὲ καὶ ἀτονουόντος τοῦ ἥπατος ἐκκρίνεται διὰ γαστρὸς οἷον κρεῶν νεοσφαγῶν ἀποπλύματι παραπλήσιον. Ἔστι δὲ καὶ ἕτερα 6 5 ἰδέα ἐκκρίσεως ὑδαρεστέρα, πεπτούσης μὲν ἀκριβῶς τῆς γαστρὸς, τῆς ἀναδόσεως δὲ μὴ γινομένης. Ἐκκρίνεται μὴν πότε καὶ αἷμα με- 7 λάντερον τοῦ κατὰ φύσιν καὶ σιλιπνὸν μὴ πέπτοντος καλῶς τοῦ ἥπατος τὴν ἀναδιδομένην τροφήν.