Ancient Greek
50.9
Oribasius Med., Synopsis Ad Eustathium Filium 50.9
Unproofread scanNot analysed yet
Διαχέαι τὰ συνεσιλῶτα καὶ ἐκτιξαι ἰκανότατον τὸ ἐπίπλασμα σαχύνους, ἐπιτηδειότατον ἔσται πρὸς τοὺς ἐν σπληνὶ καὶ ἥπατι σκίρρους· εἰ δὲ καὶ Θύμον καὶ γλήχωνα καὶ ἄψινθιον μίξαις τῇ ζύμῃ, κάλλιστον ποιήσεις φάρμακον. —Σῦκα δὲ λιπαρὰ εὖ μᾶλα κόπτεται σὺν τῷ σπέρματι, ὡς μηδὲ ὀτιοῦν ἄργον ἀφίσθαι μέρος, καὶ τούτῳ μίγνυται μύρου ἱρίνου βραχύ. Ποιεῖ δὲ πρὸς τὰς σκληρότητας τῶν νεύρων, καὶ τὰ ἠγκυλωμένα τῶν ἄρθρων καὶ τὰ πέρα τοῦ μετρίου ἐκτεταμένα, καὶ πρὸς σκίρρους, μάλιστα τοὺς τῶν σπληνῶν καὶ ἥπατος. Προσλαβὼν δὲ νίτρον ὀλίγον ῥήσσει κόλπους καὶ σκόλοπας ἀνάγει· εἰ δὲ μίξαις τοῖς σύκοις οὕτω πεποιημένοις γλήχωνος, ἢ ὀρίγανον, ἢ Θύμου κόμης, ἢ ἄψινθίου, λεπτότατον σήσας, ὑδρωπικοῖς ἀρμόσει. Καὶ ἐψηθεῖσι δὲ τοῖς σύκοις ἰκανῶς ὡς διαχεῖσθαι δύνασθαι καὶ λειωθεῖσι μετὰ τοῦ ὕδατος ἐν ᾧ ἠψηθῆσαν, μίγνυέ τε κριθίνον ἄλευρον ἢ πύρινον, καὶ αὐθὶς ἔψε μέχρι συσλάσεως· ἀρμόζει δὲ φύμασι τοῖς μὴ ῥάδιως πεπαιωμένοις. Εἰ δὲ βούλει