Ancient Greek
508.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 508.1
Unproofread scanNot analysed yet
τῆς οὐσίας ἐνεργοῦν, καὶ οὐ κατὰ τινὰ ποιότητα. Πυρετῶν δὲ ὄντων 17 οὐχ ἀμυδρῶν βέλτιον αὐτὸ διὰ ὕδατος διδόναι, καὶ ἔτι καλλίων διὰ 18 τινὸς τῶν εἰρημένων χυλῶν, οἷός ἐστιν ὁ τῆς σέρεως. Καὶ τὸ Φίλωνος δὲ φάρμακον Θαυμασίως ὡς ἐνίοτε δοθὲν ἅπαξ ἴασατο 5 θερμὴν δυσκρασίαν ἧπατος. —Σύνθετον ἐκφράτιον· Ἀμυγδάλων 19 πικρῶν Λγʹ, κυμίνου Λαʹ, σελίνου σπέρματος Λαʹ. Δίδου πίνειν 20 κοχλιάριον ἕν ἐν οἴνῳ. —Τροχίσκος· Ἀνίσου, σελίνου σπέρματος, 21 ἀσάρου, ἀμυγδάλων πικρῶν κεκαθαρμένων, ἄψινθίου ἀνὰ Λδʹ. Ὑδατι ἀναλαβὼν ἀνάπλατε τροχίσκους ἔχοντας ἀνὰ Λαʹ. Ἀπυρέ- 22-23 10 τοις μετὰ οἴνου κεκραμένου δίδου, πυρέττουσι δὲ μετὰ ὑδρομέλιτος.