Ancient Greek
523.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 523.1
Unproofread scanNot analysed yet
οἶνοι μέλανες, καὶ τῶν οὐρητικῶν ἀπέχεσθαι, καὶ λαγνεύειν ὅτι ἡμίσια, καὶ πίνειν τὰ τῶν αἱμορραγιῶν φάρμακα, μάλιστα πολυγόνου χυλὸν, καὶ τραγιάκανθαν ἐν οἴνῳ βεβρεγμένην, καὶ συμφύτου τῆς ῥίζης τὸ ἀφέψημα· ἐπιτιθέναι δὲ καὶ τῇ ὀσφύι ἐξώθεν τὰ πρὸς τοὺς ῥοοὺς καὶ τὰς πύσεις τοῦ αἵματος· μετὰ δὲ ταῦτα ἀνατρέφειν 3 γάλακτι ὄνειᾳ καὶ σιταρίοις καὶ κρέασιν. Εἰ δὲ κατὰ περίοδον αἵματος οὐρῆσις γίνεται, πρὶν ἡ μὲν κενωθῆναι τοῦ αἵματος βαρεῖς 4 κατὰ ὀσφὺν καὶ ἐπώδυνοι εἰσιν· κενωθέντες δὲ ὑποκουφίζονται. Χρὴ οὖν φλέβα τέμνειν ἐν ἀγκῶνι ὀλίγον πρὸ τῆς περιόδου, διαitaῖν δὲ ὥστε πλῆθωραν μὴ ἐγγίνεσθαι.