Ancient Greek
524.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 524.2
Unproofread scanNot analysed yet
κη'. Περί φλεγμονῆς κύστεως. Ἐκ τῶν Ῥούφου. Χαλεπώτερον καὶ θανατωδέστερόν ἐστι φλεγμονὴ κύστεως· πυ- 1 5 ρέττουσί τε γὰρ ὀξέως καὶ ἀγρυπνοῦσι καὶ παραπαίουσι καὶ ἐμοῦσι χολώδη ἄκρατα, καὶ οὐρεῖν οὐ δύνανται. Τούτοις, ἂν δύνῃ, φλέβα 2 τέμνε, μὴ εἰς μακρὰν δὲ τέμνε, καὶ τοῖς ἐπιβρέγμασι συνεχῶς θέρμαινε. Ἡψήσθω δὲ ἐν τῷ ἑλαίῳ πύγαρον καὶ ἄννηθον καὶ ἀλθαίας 3 ῥίζα, καὶ ἡ κοιλία ὑποκλυζέσθω μαλακῷ κλύσματι· ἄμεινον δὲ εἰ 10 καὶ μήκωνα συνέψων τῷ ἑλαίῳ, καὶ εἰ χηνὸς στέαρ διατήκων, ἢ ὄρνιθος ἐγχέοις. Ἐγὼ δὲ ὡςτε καὶ ὅπου μήκωνος ἡμιωβόλιον μετὰ 4