Ancient Greek
525.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 525.2
Unproofread scanNot analysed yet
κθ΄. Περὶ ῥήξεως ἀγγείου ἐν κύστει. 1 Ὄξεῖα νόσος ἐστὶν ἐν κύστει καὶ ῥῆξις ἀγγείου· τοῦ δὲ αἵματος τὸ μὲν ἔξω διαδίδεται, τὸ δὲ ἐσω πήγνυται. Πρὸς μὲν οὖν τὴν αἱμορραγίαν προσάξεις τὰ αὐτὰ ὅσα καὶ ἐπὶ τῶν ἄλλων αἱμορραγιῶν, 3 πίνειν τε διδούς τὰ ἐπιτήδεια φάρμακα καὶ ἔξωθεν ἐπιβάλλων. Οἷς δὲ πήγνυται τὸ αἷμα ἐν τῇ κύστει, τὰ μὲν πρῶτα πειράσθαι λύειν αὐτὸ φαρμάκοις, τῆς τε ἀρτεμισίας διδόντα πίνειν, καὶ τοῦ ἐλιχρύσου,