Ancient Greek
528.4
Oribasius Med., Synopsis Ad Eustathium Filium 528.4
Unproofread scanNot analysed yet
λγʹ Διαβήτου ἴασις. Ἐκ τῶν Ρούφου. Μέγιστον ἴαμα τῇ νόσῳ σιῶντα ἐξεμεῖν αὐτίκα, πίνειν δὲ ψυ- χρότατον, καὶ τῇ ἄλλῃ δὲ διαίτῃ ὡς ψυχροτάτῃ χρῆσθαι, τῶν τε ἠψημένων λαχάνων ἐσθίοντα, καὶ κυκεῶνα πίνοντα, καὶ ψιλσάνης χυλὸν ῥοφοῦντα· οὐρητικὸν δὲ μηδὲν προσφέρειν, ἀντισπᾶν δὲ καὶ 2 εἰς ἱδρώτας. Ἄριστον δὲ εἰ ἐν πίθῳ πυριᾶστὸ ὑπερέχων ἂν τὴν κεφαλήν, ὥστε τὸ μὲν ἄλλο σῶμα θερμαίνεσθαι,· ψυχρὸν δὲ ἐλκεῖν 3 ἀέρα, καὶ τὰ ἄλλα ὥσπερ καῦσον θεραπεύειν. Τὴν τε οὖν σάλην τοῦ ἀλφίτου θυράσας ὀξεῖ καὶ ῥοδίῳ καταπάλατε τὸ ὑποχόνδιον, καὶ φύλλα ἀμπέλου τρίψας ἄπαλα, καὶ κοτυληδόνα, καὶ ἐλξίνην, καὶ ἀνδράχνην, καὶ ὅσα ἄλλα, προποτίζε τε πολυδόνου χυλὸν συνεχῶς καὶ ἐλένιον ἐν οἴνῳ μέλανι, καὶ φοινίκων ἀπόθρεγμα, καὶ μύρων 4-5 καὶ ἀπίων. Κατὰ ἀρχὰς δὲ καὶ φλέβα ἐν ἀγκῶνι τέμνειν. Χρησόμεθα δὲ ἐνίοτε καὶ τοῖς ναρκωτικοῖς φαρμάκοις.