Ancient Greek
531.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 531.2
Unproofread scanNot analysed yet
1 Πρὸς τοὺς τοῦ ὀσχέου καὶ τοῦ αἰδοίου πόνους βουτύρω καὶ ῥητίνῃ ἴσοις χρῶ· ἢ λινόσπερμον μετὰ ὕδατος ἐψήσας, καὶ μῆξας 2 σμύρνης ὅσον δέκατον μέρος, καὶ ῥητίνης ἴσον κατάπλασσε. Πρὸς 3 δὲ τὸ οἰδοῦν αἰδοῖον ἀμπέλου φύλλα τριάκοντα, λιβανωτοῦ Δα', ψιμυθίου Ε' τρίψας κατάπλασσε. Χρῶ δὲ καταντήσει θαλάσση 4 ψυχρᾷ, καὶ ἀναπαύσει καὶ ἀναδέσει τοῦ καυλοῦ. Ἐὰν δὲ ἀπὸ ἰδρώτων ἔλκη ἐν ὀσχέῳ γένηται, κηκίδα λείαν, ἢ σιλυπτηρίαν ἐπίπασσε. 5 Πρὸς δὲ τὰ ἐν αἰδοίοις φυόμενα θυμία ἐλατήριον ἐπίπασσε, ἀπίου σπέρμα τρίψας ἐπιτίθει, ἢ μαινίδων εἰκοσιπέντε κεφαλὰς τρίψας 6 ἐπίπασσε, καὶ τραγείᾳ χολῇ περιχρίε. Ῥαγὰδας δὲ τὰς ἐν αἰδοίοις 10 ὠφελεῖ ῥητίνη φρυκτή σὺν ῥοδίνῳ τριβείσα ἄχρις οὐ γλοιωθῇ, μι-