Ancient Greek
532.3
Oribasius Med., Synopsis Ad Eustathium Filium 532.3
Unproofread scanNot analysed yet
Σταφίδας ἐκγεγυαρτισμένας καὶ κύμινον τρίψας ἐπιτίθει· ἢ ἄλευρον κριθίνον ἐψήσας ἐν μελιχράτῳ ἢ ἀμπέλου φύλλα ἄπαλὰ τρίψας 5 μετὰ ἀλφίτου ψάλης ἐπιτίθει· ἢ κύμινον τρίψας μετὰ βουτύρου καὶ ῥητίνης ἴσων τακέντων. Πρὸς δὲ τοὺς ἀφθῶντας διδύμους γῇ κιμω- 2 λία μετὰ ὕδατος προ καταχρίσας ἕασον ξηρανθῆναι, καὶ κατανίψας ὕδατι θερμῷ μυρσίνην ξηρὰν λεῖαν καὶ σμυρνίου μικρὸν τρίψας κατάπλασσε. Τὰς δὲ ἐκσαρκώσεις τὰς ἐπὶ τῶν διδύμων τέφρα κλημα- 3 10 τίνης σὺν νίτρῳ καὶ ὕδατι φυραθεῖσα ἱᾶται καταπλασσομένη.