Ancient Greek
534.2 to 536.9
Oribasius Med., Synopsis Ad Eustathium Filium 534.2-536.9
Unproofread scanNot analysed yet
λη'. Περὶ ὀνειρώξεως. Τοὺς δὲ ὀνειρωγμοὺς καλύειν χρὴ διαίτῃ τε ἐνδεεστέρᾳ καὶ ἥπιον 1 10 θερμανούσῃ καὶ κόπων φυλακῇ. Προσῶφελoῖ δὲ ἂν καὶ σιραμνὴ 2 ψυχρότερα καὶ κλῖσις σώματος ἐπὶ δεξιὰ ἢ ἀριστερά, καὶ ὅσα φάρμακα ψυχρὰ ὑποχρίδμενα τῇ ὀσφύι, ὁποῖά ἐστι τὸ τε κορίαννον καὶ τὸ σέλινον καὶ τὸ κάννειον καὶ τὸ ψιμμίθιον καὶ ἡ ἀνδράχνη· πάντα δὲ μετὰ ὄξους ἀμείνω. λθʹ. Περὶ πριαπισμοῦ. 1 Ὁ πριαπισμὸς ἐστὶν αὔξησις αἰδοίου μόνιμος εἰς μήκος τε καὶ κύκλον ὀγκουμένου χωρὶς ὁρμῆς τῆς πρὸς τὰ ἀφροδίσια· Φυσῶδες δὲ ἐστὶ πνεῦμα δηλονότι τὸ ἐξογκοῦν τὸ μόριον τικτόμενον ἐξ ὑγρῶν 2 γλίσχρων καὶ παχέων ὑπὸ θερμότητος μετρίᾱς. Πρόδηλον οὖν ὡς οὐ δεῖ τὰ μόρια θερμαίνειν, ἀλλὰ ψύχειν ἐπιεικῶς τῇ ῥοδίνῃ κηρατῇ μετὰ ὕδατος ἀνακοπτομένη, καὶ διὰ τοῦ χαμαιμήλου, τῷ τε αἰδοίῳ καὶ ταῖς ψόαις ἐπιτιθέντα· τὰ δὲ ἐν διαίτῃ καὶ φαρμάκοις προσά- 10 γειν τῆς λεπτυνούσης δυνάμεως ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς· προσάγειν δὲ καὶ τὰ φυσικῶς ἐνεργοῦντα διὰ τῆς πείρας εὑρημένα, καὶ τὴν τε νυμφαίαν πίνειν διδόναι, καὶ τοῦ ἄγνου τὸ σπέρμα, καὶ σῆγανον ἁλωρὸν τοῖς ὀψοῖς μινγύντα · τοῦτο δὲ κατὰ ἀρχὰς μὴ 10 κατὰ ἕνδειαν καὶ ἀσθένειαν παθεῖν τι. Διὰ τοῦτο πλειόνων οὖσῶν 3 τῶν αἱμορροΐδων μίαν ὑπολείπεσθαι χρὴ καθάρσεως ἕνεκα. Ἄλλα δὲ 4 διδόναι, θερμαίνει γὰρ ἰκανῶς · ἀλλὰ ὕστερον μετὰ τὴν χρῆσιν τῶν ἄλλων λεπυνόντων · κενώσει δὲ χρῶμενον διὰ ἐμέτων τοῦτο ποιεῖν · αἱ γὰρ διὰ τῆς κάτω γαστρὸς ῥευματίζουσι πολλάκις τὰ γειτνιῶντα 5 μόρια. μʹ. Περὶ αἱμορροΐδων. Οἱς ἂν μᾶλλον τοῦ δέοντος αἱμορραγῶσιν, ὑδατοῦσθαι τὴν ἕξιν 1 συμβαίνει, καὶ τὰς ὀρέξεις εἶναι σωνηροτέρας καὶ ἀποσίτους. Τῶν 2 δὲ οὕτω διακειμένων καὶ αἱ θεραπείαι ἐργώδεις · κίνδυνος γὰρ ἐπισχεθέντος ποτὲ τοῦ αἵματος. . . . *,λάβρου τῆς αἱμορραγίας οὖσης εἰσιν ἀνωτέρω καὶ μὴ φαινόμεναι, δυσιατότεραι οὖσαι · αἱ δὲ τυφλαὶ