Ancient Greek
542.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 542.1
Unproofread scanNot analysed yet
γαστέρα ἄγει καλῶς καὶ τὴν ὑστέραν θερμαίνει, ὥστε πολλαῖς ἤδη καὶ καταμήνια ἐρρήξε τέως οὐ καθαιρουμέναις. Εἰ δὲ μὴ ἐξαρκεῖ καθῆραι κάτω, ἐμέτοις χρῆσθαι· τὸ γὰρ φλέγμα κενοῦν πάντα τρόπον συμφέρει. Αἱ δὲ αὐτῶν τῶν ὑστερῶν πυρίαι, τοῦτο μὲν ἀτμοῖς ἐστίωσαν, τοῦτο δὲ θερμὸν ὕδωρ. Τοὺς μὲν οὖν ἀτμοὺς καλῶν δεχέσθαι καθίζουσαν ἐπὶ δίφρου, τὸ δὲ ὕδωρ προσχλύεσθαι ἐψῦσαν ἐν αὐτῷ ἐλελίσφακον καὶ ἄρτεμισίαν καὶ πήγανον καὶ κύπερον καὶ γλήχανα καὶ ἀκορον καὶ τὰ εὐώδη σπέρματα· καταπλάττειν δὲ καὶ τὸ ἥτρον τούτων ἑκάστῳ. Ἄγαθὸν δὲ καὶ τὸ τοῦ Πολυάρχου ἐπίθεμα. Αἱ γε μὴν τρίψεις τοῦ ἥτρου καὶ τῆς ὀσφύος οὐδενὸς ἧσσον συμφέρουσι, καὶ προσθετὰ δὲ προσλιθέναι τῇ ὑστέρα τῶν θερμαίνοντων· τὰ δὲ προσθετὰ ἐστω διὰ σμύρνης καὶ πηγάνου καὶ χαλβάνης καὶ καστορείου πεποιημένα. Χρὴ δὲ προπυριαθεῖσαν μελικράτῳ ἢ θαλάσσῃ, ὡς τὲ μὲν καταντεῖν αὐτήν, ὡς τὲ δὲ διὰ ὀξέος συγκεκρα-