Ancient Greek
546.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 546.2
Unproofread scanNot analysed yet
μδʹ. Ἄπνου θεραπεία. Ὅσαι μὲν διὰ πλησμονὴν καὶ ἐπίσχεσιν αἵματος ἀπνοοῦσι, φλέβα 1 τέμνειν αὐτίκα χρή· εὐθὺς γὰρ ἀναπνεύσουσι· καὶ τὰ ἄλλα ἐνδέεσλερον διαιτῶν· εἰ δὲ τύχοιεν κατὰ πολλὴν ψῦξιν καὶ ἀσθένειαν τοῦ ἐν τῇ καρδίᾳ θερμοῦ ἀλισκόμεναι τῇ νόσῳ, τὰς κενώσεις φυλάττεσθαι, 10 μὴ τι ἄρα κενούμεναι ἐπὶ πλεῖον καταψύξωμεν. Ἄμεινον οὖν ἐστὶν 2 ἐγείρειν τὸ θερμὸν ἐκ προσαγωγῆς ἐξ ἀπαντος τρόπου, ἵνα τῇ τῆς διαψύξεως ἐπιθυμίᾳ σπάσωσι τὸν ἐξωθεν ἀέρα, εἰς ὅπερ ἀφικομέναι θεραπείας οὐδεμιᾶς ἑτέρας δεηθήσονται.