Ancient Greek
550.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 550.1
Unproofread scanNot analysed yet
μη'. Περί φλεγμονῆς ὑστέρας. Ἐμβροχῇ πρῶτον χρηστέον διὰ οἰνορρόδινον, εἶτα τῇ τρίτῃ διὰ 1 ἐλαίου καθαροῦ· πιλήματα δὲ νενοτισμένα τὰ μὲν τῇ ὀσφύι, τὰ δὲ τῷ ἧτρω ἐπερρίψθω δίχα ἐπίδεσεως, καὶ μετὰ τὴν τρίτην φλεβοτομία παραλαμβανέσθω· γινέσθω δὲ ἀπὸ ἀγκῶνος ἡ ἀφαίρεσις. Τροφὴ 2 5 δὲ ἔστω χόνδρος ἐκ μελιχράτου, καὶ ἄρτος διαδρόχος, καὶ ᾠῶν ρόφητόν. Ἀνέσεως δὲ γενομένης, καταπλάσμασι χρηστέον· γίνεται δὲ ἀνώ- 3 δυνον κατάπλασμα καὶ ὕπνου ποιητικὸν εἴ τις κωδᾶς ἐν μελιχράτῳ ἐψήσας αὐτὰς μὲν ἐκβάλλοι, προσμίξας δὲ τὸ ἔλαιον τοῖς τοῦ καταπλάσματος ἐμπλάσειεν. Εἰ δὲ ἀχανατοῖη πρὸς τὰς θερμασίας ἢ 4 10 φλεγμονὴ διαθέσεις ἐρυσιπελατώδεις ἔχουσα, τούτων μὲν τῶν καταπλασμάτων ἀποχαιρεῖν προσήκει, χρῆσθαι δὲ τῷ διὰ τῶν ᾠῶν καὶ τοῦ μελιώτου. Τὸ μὲν οὖν μελιῶτον ἐν γλυκεῖ ἕψεται καὶ 5 λειοῦται· τῶν δὲ ᾠῶν αἱ λέκιθοι συλλειοτριβοῦνται, καὶ προσπλέκε-