Ancient Greek
552.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 552.1
Unproofread scanNot analysed yet
καὶ ἐμβροχῶν καὶ καταπλασμάτων. Ἰδιαίτερον δὲ ὠφελεῖ τὸ τοιούδε 2 φάρμακον· κρόκος καλλιστος λεαίνεται μετὰ γυναικείου γάλακτος, εἶτα ἀναλαμβάνεται κηρῷ τυρρήνικῳ διεμένῃ μετὰ ῥοδίνου καὶ χηνείου στέατος· ἐπιχρίεται δὲ εἰς κροχίδα. Τούτου δὲ ἐστί σπου- 3 5 δαιότερον καὶ πρὸς περιωδυνίας ἀρμόζον τὸ σκευαζόμενον οὕτως· καυδᾶι μήκωνος ἐν γλυκεῖ βρέχονται κεκραμένῳ ἡμέρας δύο ἢ τρεῖς, ἔπειτα ἐψονται μέχρις ἂν τακερωθῶσιν αὐτάρκως· μετὰ δὲ τούτο δεῖ λαβεῖν ῥόδων ἄνθους, ἢ φύλλων νεκομμένων καὶ σεσησμένων Λε' καὶ κρόκου Λγ', καὶ κοινῇ συλλεαίνειν, παραμιγνυμένου τοῦ τῶν 10 καυδυῶν ἀφεγήματος. Κηροῦ δὲ τυρρήνικοῦ Λβ' τῆξαι δεῖ σὺν ἴσῳ 4 ῥοδίνῳ καὶ καταχεᾶι τῶν ἐν τῇ Θυᾳ καὶ συμπαλάξαι, ἔχειν τε ἐν κασσιτερίνῳ ἀγγείῳ τὸ φάρμακον· ἐπὶ δὲ τῆς χρήσεως ἀνιέναι ῥοδίνῳ καὶ προστιθέναι ἐν πεσσῷ.