Ancient Greek
554.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 554.2
Unproofread scanNot analysed yet
νγ'. Περί φίμου ἐν ὑστέρα. Γίνεται φίμος περὶ τὸ στόμα τῆς ὑστέρας ἢ διὰ ἕλκωσιν προηγησάμενην, ἢ διὰ φλεγμονὴν σκιρρώθεϊσαν. Θεραπεύειν δὲ δεῖ ἐγκαθίσμασί τε μαλάσσοντα τοῖς διὰ ὑδρελαίου καὶ τήλεως ἀφεψήματος, καταπλάσσοντά τε ὡσαύτως, καὶ πεσσούς μαλακτικοὺς προσάγοντα. Εἰ δὲ ἐγχρονίζει τὰ τῆς διαθέσεως, χρησιλέον ὑπατμισμοῖς καὶ θυμιάμασι τοῖς διὰ ἀρωμάτων. Λύει δὲ τὸν φίμον καὶ ὁ διὰ οἴστου καὶ νίτρου καὶ ῥητίνης τερμινθίνης πεσσός.