Ancient Greek
555.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 555.1
Unproofread scanNot analysed yet
τοῦ κύτους ἀπολαμβανομένου συμβαίνει δὲ διογκοῦσθαι τὸ ἧτρον, ποτὲ δὲ καὶ ὅλον τὸ ὑπογάστριον οὐκ ἐλαττον ἢ ἐπὶ τυμπανίτου ὑδρωποσ. Βοηθεῖν δὲ χρὴ εὐθὺς κατὰ ἀρχὰς τῇ πασχούσῃ· χρονίσαν γὰρ ἀνίατον γίνεται τὸ πάθος. Ἐν ἀρχῇ τοίνυν, εἰ μηδὲν κωλύει, φλεβοτομίαν παραληψόν, ἢ κάθαρσιν τὴν διὰ τῆς κολοκυνθίδος ἱερᾶς, εἶτα καταπλάσματα διὰ ἰσχάδων, ὕσσώπου, νίτρου, σηγάνου, καὶ σικῶν μετὰ κατασχασμοῦ, καὶ τὸ Πολύάρχου μάλagma· ἐγκάθισμα δὲ τὸ διὰ ἀφεγήματος ἐπίσκου καὶ ἰσχάδων καὶ πεσσοὺν σκευαζόμενον διὰ τερμινθίνης, χαλβάνης, σμύρνης, ἵρεως καὶ οἰσώπου.