Ancient Greek
61.3
Oribasius Med., Synopsis Ad Eustathium Filium 61.3
Unproofread scanNot analysed yet
β'. Ὅσα θερμαίνει. Ἄγνου τὰ φύλλα καὶ τὸ σπέρμα μετρίως, ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα, ἀμύγδαλα γλυκέα, ἀναγαλλίδες ἀμφότεραι, ἄτρακτυλις ἢ κνήκος ἄγριος, ἀφάκη, τῶν βάτων ὁ πέπειρος καρπός, γλυκυσίδης ἢ ρίζα, ἐλαίας ὁ καρπὸς ὁ πέπειρος, ζύμη, ἡρύγγιον, ῥητίναι πᾶσαι, σόγχος ξηρανθεὶς, σχοίνου ἄνθος, φοινίκων ὁ καρπός, κοχλιῶν κεκαυμένων ἢ τέφρα· κυνοκράμβη πᾶν· βατραχίου ἢ ρίζα καὶ ἡ σύμπασα πόα, γλήγων, δάφνης φύλλα, καὶ μᾶλλον ὁ καρπός, ἵτλον δὲ ὁ φλοιὸς τῆς ρίζης, δίκταμνον, ψευδοδίκταμνον, ἐλελίσφακον, ἐρύσιμον, ἔρια κεκαυμένα, ζιγγύβερι, Θαφία, καρδάμωμον, ὄποι, τρίχες κεκαυμένα, βρυανίας ἢ ρίζα, ἀριστολοχίαι, ἀσφοδέλου ρίζαι, δαΐκος, χαμαιδάφνη, δρακοντίου ἢ ρίζα, ἔλαιον ραφάνινον, ἐρέβινθοι, ἴξος, ναυχαλις, λιγυσλικόν, νάρθηκος σπέρμα, σαγαπηνόν, σατύριον, σέλινον, σίον, σίνων, σίυραξ, ὑδροπέπερι, ὑπερικόν, ἄλες, θεῖον, αἷμα, χολή, οὖρον, στέλον, σάρκες ἐχινδῶν, στέαρ, ἄλμη ταριχηρῶν ἰχθύων.