Ancient Greek
64.3
Oribasius Med., Synopsis Ad Eustathium Filium 64.3
Unproofread scanNot analysed yet
ια'. Ὅσα ψύχει τῆς τετάρτης ἀποσλάσεως. Ὄπὸς μήκωνος. ιβ'. Ὅσα ξηραίνει ἀδήκτως. Ἄκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα, ἄμβοργη, ἄναγαλλίδες ἀμφότεραι, ἀρνόγλωσσον, βρόμος· ἔλαιον γλυκὺ ἄναλον πλυθὲν πάντων μάλιστα· ἔρεικη· ζύμη ἐπισπᾶται τε τὰ ἐκ βάθους καὶ διαφέρει· θερμὸς ὁ πιπρός· ἵππουρις ἰσχυρῶς· ἰσάτις ἰσχυρῶς· ἰτέας τὰ φύλλα καὶ τὸ ἄνθος μετὰ τινος στύψεως· ἔνιοι δὲ καὶ χυλὸν ἐξ αὐτῶν ποιούντες ἀδήκτως ξηραίνον ἴσχουσι φάρμακον εἰς πολλὰ χρήσιμον· οὐδὲν γὰρ πολυχρησιτότερόν ἐστιν ἀδήκτως ξηραίνοντος καὶ σίψοντος ἡρέμα φαρμάκον· καρύου λέπος καυθὲν μετὰ τοῦ λεπλομερὲς εἶναι· κέγχρος· κενταύριον τὸ μικρὸν ἰσχυρῶς· κεράσῳ τὸ κόμμι, κρίνον, κύαμος ἐξωθεν ἐπιτιθέμενος, κυπαρίσσω πάντα, κυπέρου αἱ ρίζαι, σιροβίλου τὸ ἐδάδιμον ἐν ὕδατι βραχὲν, νυμφάιας ἡ ρίζα· σίραιον πᾶν· ψευταφύλλου ἡ ρίζα, ψολυπόδιον, σμύρνα, σαρκοκόλλα, στοιβή, τραγάκανθα, γῆ πᾶσα, καδμεία· ἀσσίας πέτρας ἄνθος τὰς πλάδαρὰς σάρκας ἐκτίνει· ψωμόλυξ συνεχῶς πλυθεῖσα· τίτανος σθεσθεῖσα καὶ πλυθεῖσα γενναίως· φῶν τὸ λευκὸν καὶ λεπλόν· ὁμοίας δὲ φύσεώς ἐστι καὶ ἡ λέκιθος αὐτῶν.