Ancient Greek
74.2 to 74.4
Oribasius Med., Synopsis Ad Eustathium Filium 74.2-4
Unproofread scanNot analysed yet
μζ' Ὅσα ἕλκοι ἐπιπολαίως. Κυννοσβάτου φύλλα, τεύτλου, σκόροδον, γλήχων, ὕσσωπον, ὀρίγανον, σηπίας ὀσίραχον, ἀσφοδέλου ἡ ρίζα, σελίνου σπέρμα, καὶ τῶν ἀλυκῶν καὶ δριμέων καὶ πικρῶν. μη' Ὅσα καυστικά. Κανθαρίς, διφρυγὲς, τρυξ κεκαυμένη ὀξους, ἀνεμώνη ἢ τὸ φοινικοῦν ἄνθος ἔχουσα, σκόροδον, τέφρα συκίνη, νίτρον ὀπίλον, χαλκὸς κεκαυμένος, σιυπίηρία, κήρυκος ὀσίραχον κεκαυμένον, κεφαλαὶ μαινίδων, ἄρσενικόν, κάχρυ, σιαφὶς ἀγρία, κόκκος κνίδιος, πυρέθρου ρίζα, νάπυ · τίτανος ἢ μὲν ἄσβεστος σφοδρῶς, καὶ ἡ σβεσθεῖσα δὲ ἐσχαροῖ, ἢ χρονία δὲ οὐκέτι, θερμαίνει δὲ ἐπὶ καὶ διατῆκει τὸς σάρκας.