Ancient Greek
83.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 83.1
Unproofread scanNot analysed yet
χληρον, πλῆκτικὸν τῇ ὀσμῇ καὶ ἐπιδιαμένον τῇ εὐωδίᾳ, ναρδίζον τῇ γεύσει, μηδὲ ἂλμυρίζον· τὸ δὲ χείρων ἐστὶ λελεπιλοκοπημένον, εἰρωτιώσαν ἔχον τὴν ἀποφορὰν, φαῦλον. 36Μελίλωτος κράτιστος ὁ Ἀττικὸς καὶ ὁ ἐν Κυζίκῳ γεννώμενος, προκίζων καὶ εὐώδης. 37Μήκωνος ὅπὸς κράτιστός ἐστιν ὁ πυκνὸς καὶ βαρύς, ἐν τε τῇ ὀσμῇ ναρδωτικὸς, πικρὸς ἐν τῇ γεύσει, εὐχερῶς τε διειμένος τῷ ὕδατι, λείος, λευκός, οὐ τραχύς, οὔτε θρομβοειδής, οὔτε συσπρεφόμενος ἐν τῷ διπθεῖσθαι, οὐ σκληρός, ἐν τε τῷ ἡλίῳ τεθεὶς διαχεόμενος, καὶ πρὸς λύχνον ἐξαπτόμενος, οὐ ζοφώδης τῇ φλογί. 38Δολοῦσι δὲ αὐτὸν γλαυκίῳ μιγνύντες, ἢ κόμμει, ἢ θρίδακος ἀγρίας χυλῷ· ἐστὶ δὲ ὁ μὲν ἐκ τοῦ γλαυκίου προκίζων ἐν τῇ ἀνέσει, ὁ δὲ ἐκ τῆς θρίδακος ἐξίτηλος τῇ ὀσμῇ καὶ τραχύτερος· ὁ δὲ ἐκ τοῦ κόμμεως ἄτονος καὶ 39διαυγής. Μυελῶν κράτιστός ἐστιν ὁ ἐλάφειος, εἶτα μόσχειος, εἶτα ταύρειος, εἶτα αἴγειος, εἶτα προβάτειος· καλὸς δὲ ἐστὶν ὁ ζέρους