Ancient Greek
90.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 90.1
Unproofread scanNot analysed yet
Καίεται δὲ ὁμοίως ἁλσίν. Πομφόλυξ ἀρίστη ἐστὶν ἡ κυπρία, ἐν δὲ τῷ ὄξει φυραθεῖσα ἀποφορὰν ἔχουσα χαλκοῦ, χρῶν δὲ ἰζουσαν ποσῶς, ἐπὶ δὲ βορβορίζουσα τῇ γεύσει, καὶ ἐπὶ ἄνθρακος διαπύρου ἐπιτεθεῖσα [ἡ ἄδολος ἐπιζεῖ ἀερόχρους γενομένη]. Σανδαράχην προ- 5κριτέον τὴν κατακορῆ καὶ πυρῆν καὶ εὐανθῆ, καθαρὰν καὶ κινναβαρίζουσαν τῇ χρῶα, ἐπὶ δὲ θειώδη ἀποφορὰν ἔχουσαν. Στίμμι κράτισιὼν ἐστὶ τὸ σιλβον καὶ λαμπυρίζον ἐν τῇ θραύσει, [σπλαχῶδες, μηδὲν ἔχον] γεωδὲς ἢ λιπαρόν, εὐχερῶς τε θραυόμενον. Στυπτηρία φαινόμενον, κατατρήσεις δὲ πολλὰς ἔχον καὶ ὑπολίπαρον, ἐπὶ δὲ