Ancient Greek
94.9
Oribasius Med., Synopsis Ad Eustathium Filium 94.9
Unproofread scanNot analysed yet
τῶν κερμάτων ὀβολοὺς καλεῖσθαι, δραχμὴν δὲ τοὺς ἕξ ὀβολούς· ξ'. Περί τῶν κοπλῶν καλουμένων πλατυσμάτων. 1 Τὰ κοπλὰ καλούμενα πλατύσματα εἰ μὲν μέτριον βουληθεὶν τις ποιῆσαι φάρμακον ἐπουλωτικὸν τῶν δυσιάτων ἐλκῶν, τὸ τέταρτον μέρος ὀφείλει προσβάλλειν τῷ κηρῷ τῶν μεταλλικῶν· εἰ δὲ ἰσχυρότερον, τὸ τρίτον, δηλονότι τοῦ κηροῦ μαλαττομένου ἐν ἡλίῳ, ἢ παρὰ πυρί, ἢ ἐν ὕδατι θερμῷ, καὶ οὕτω μιγνυμένων τῶν μεταλλικῶν.