Ancient Greek · ~2 min
Volume 2b,221,T
Oribasius Med., Testimonia 1
Not analysed yet
EUNAPIOS EX. DE SENTENT. p. 76, 29 Boiss: ὁ δὲ ἐς τὰ μάλιστα γεγονὼς αὐτῶι (sc. Ἰουλιανῶι) γνώριμος, ὁ Περγαμηνὸς ἀνὴρ Ὀριβάσιος, ἐκ φυσικῆς φιλοσοφίας ἰατρικὴν ἐπιτάττειν ἄριστος καὶ δρᾶν ἔτι θειότερος καὶ ἀσεβήσειν ἐβόα περιφανῶς, εἰ μὴ συγγράφοιμι· καὶ τῶν γε πράξεων—πάσας δὲ ἠπίστατο παρὼν ἁπάσαις—μάλα ἀκριβῶς ὑπόμνημα συνετέλει πρὸς τὴν γραφήν, ὥστε οὐκ ἦν ἀναβολὴ καὶ βουλομένωι ῥαθυμεῖν.