Ancient Greek
ΚΕΦ. Δ΄.
Origen, Adnotationes in Deuteronomium (fragmenta e catenis) 12
Not analysed yet
Στίχ. ιβ΄. Καὶ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρὸς φωνὴν ῥημάτων, ἣν ὑμεῖς ἠκούσατε. (32)Τοῦ αὐτοῦ εἰς τὸ αὐτό. Ἄλλος φησί· Δῆλον γὰρ ὅτι τοῖς τῆς διανοίας ὀφθαλμοῖς θεωρεῖ τις καὶ ἀκούει τὰ νοήματα. (33) Φωνὴν ῥημάτων. Ἐνταῦθα τὰ κατὰ φύσιν εἴρηκεν, ὅτι ἀκοὴ δέχεται τὴν φωνήν. Ὅσον γὰρ ἀπὸ τῆς ἀκριβείας τοῦ γράμματος, μόνη ἡ Δεκάλογος ἦν ἐν ταῖς πλαξὶ γεγραμμένη, τὰ δὲ λοιπὰ διὰ προστάγματος Θεοῦ ὁ Μωϋσῆς ἐδίδαξε