Ancient Greek · ~2 min
ΚΕΦ. ΚΖ΄.
Origen, Adnotationes in Deuteronomium (fragmenta e catenis) 15
Not analysed yet
(61) Στίχ. ιε΄. Καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ. Ἐπειδὴ εἰκὸς ἦν, τινὰς φόβῳ τῆς τιμωρίας σπουδάζειν λανθάνειν, καὶ ἐν παραβύστῳ καὶ λανθανόντως τὴν ἀσέβειαν ἐπιτηδεύειτ· πρὸς μείζονα φόβον καὶ ἀπειλὴν τῶν ταῦτα ποιούντων, καὶ ἀραῖς ὑποβάλλει τοὺς ἀμάρτυρον τὴν ἁμαρτίαν ἐργαζομένους. Τοιοῦτοί εἰσιν οἱ εὐλάβειαν ἐπίπλαστον ὑποκρινόμενοι, ἔνδον δὲ τὰ πάθη κατορύττοντες, καὶ ἐν τῷ τῆς διανοίας κινήματι πρὸς πᾶν εἶδος ἀτοπίας ἐκβακχευόμενοι. Οὗτοί εἰσιν οἱ ἐν ἀποκρύφῳ τιθέντες τὰ εἴδωλα.