Ancient Greek · ~3 min
Chapter 20
Origen, Adnotationes in Deuteronomium (fragmenta e catenis) 20.13
Not analysed yet
Στίχ. ιγ΄. Καὶ πατάξεις πᾶν ἀρσετικὸν αὐτῆς ἐν φόνῳ μαχαίρας. Τοῦ αὐτοῦ. Μάχαιρα δὲ τοῦ πνεύματος εἴη ἂν ὁ λόγος τοῦ Θεοῦ. Καὶ τὴν μάχαιραν δὲ τοῦ πνεύματος (54), ὅ ἐστι ῥῆμα Θεοῦ, ᾧτινι οἱ θεσπέσιοι μαθηταὶ ἀπέκτεινον ἅπαν ἀρσενικὸν τῆς ἀντικειμένης δυνάμεως, ὡς Σίμωνα καὶ Ἐλύμαν τοὺς μάγους, καὶ τὰ ἰσχυρὰ δὲ αὐτῶν κατέλυον δόγματα· περιεποιοῦντο δὲ τὰς γυναῖκας, καὶ δυναμένας εἰπεῖν ψυχάς· Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν ἕως ἐπὶ τῆς γῆς· καὶ τὰ νήπια δὲ ὡσαύτως, οἷς καὶ Παῦλος γράφει· Τεκνία, μὴ ταῖς φρεσὶν νήπιοι γίνεσθε, ἀλλὰ τῇ κακίᾳ νηπιαζετε. Καὶ κτήνη δὲ, φησὶ, περιποιήσατε. Δίκαιος γὰρ οἰκτείρει ψυχὰς πηνῶν αὐτοῦ· τοὺς ἀλογωτέρους διὰ τῶν κτηνῶν αἰνιττόμενος. Κτῆνος ἦν καὶ ὁ Κορνήλιος, κατὰ τὴν ὀπτασίαν τὴν περὶ τῶν τετραπόδων φανεῖσαν τῷ Πέτρῳ.