Ancient Greek · ~2 min
20.8 to 20.10
Origen, Adnotationes in Deuteronomium (fragmenta e catenis) 20.8-10
Not analysed yet
(51) Στίχ. η΄. Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ; Τοῦ αὐτοῦ. Ὁ τοῖς γτΐνοις ἐγκείμενος, καὶ οἰκίας οἰκοδομῶν, καὶ φυτεύων ἀμπελῶνας, ταῖς τῆς φιλοσαρκίας ἡδοναῖς ἡττώμενος, ἔσται που πάντως δειλός(52) τε καὶ ἄναλκις. Στίχ. ι΄. Ἐὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολεμῆσαι αὐτήν. Ὅμοιον τοῦ· Εἰς ἣν δὲ πάλιν εἰσέλθητε, ἐξετάζετε (53), τίς ἐξ αὐτῶν ἄξιός ἐστιν. Τὸ δὲ, μετʼ εἰρήνης, ὅμοιον τῷ ἀποστολικῷ· ὅτι Δοῦλον Κυρίου οὐ δεῖ μάχεσθαι.