Ancient Greek · ~2 min
ΚΕΦ. ΚΖ΄.
Origen, Adnotationes in Deuteronomium (fragmenta e catenis) 26
Not analysed yet
(67) Στίχ. κς΄. Ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς λόγοις τοῦ νόμου. Τὸ, ἐν πᾶσι, κείμενον παρὰ τοῖς Ἑβδομήκοντα, κυροῦται ἀπὸ τοῦ Σαμαρειτικοῦ ἀντιγράφου, ἐν ᾧ τὸ χὸλ, ὅπερ ἐστὶ πᾶσιν ἢ πάντα, φερόμενον εὕρομεν. Οἷς συνᾴδει καὶ ὁ Ἀπόστολος λέγων· Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσίν. Ὅθεν οἱ ἐκ περιτομῆς ἐλέγχονται ὑπὸ κατάραν ὄντες, τὸ (68) μὴ πάντα ποιεῖν.