Ancient Greek
ΚΕΦ. ??΄.
Origen, Adnotationes in Jesu filium Nave (fragmenta e catenis) 15
Not analysed yet
Στίχ. ιε΄, ις΄. Κεκράξατε· παρέδωνε γὰρ Κύριος ὑμῖν τὴν πόλιν. (70) Διατί τὴν Ἰεριχὼ ἀναθεματισθῆναι προσέταξε; Πρώτην ταύτην εἷλον πόλιν μετὰ τὸ διαβῆναι31 τὸν ποταμόν. Ὥσπερ τοίνυν προσέταξεν αὐτοὺς τῶν καρπῶν προσφέρειν τὰς ἀπαρχὰς, οὕτως ἐκέλευσε τὰ τῶν σκύλων προσενεγκεῖν ἀκροθίνια. Πρὸς δὲ τούτοις καὶ γυμνάζει αὐτοὺς διὰ τούτων τῶν νόμων, ὥστε τοὺς ἀναγκαίους νόμους τηρεῖν. Τὴν οἰκείαν δὲ αὐτοῖς ἐπιδεικνὺς δύναμιν, τὴν πρώτην πόλιν δίχα ὅπλων καὶ μηχανημάτων ἑλεῖν παρεσκεύασε, καὶ μόνῃ κατέλυσε τῇ τῶν σαλπίγγων ἠχῇ· ἵνʼ ὅταν ἡττηθῶσι παραταττόμενοι, γνῶσιν, ὡς αὐτοὶ παρέσχον τῆς ἥττης τὰς ἀφορμὰς, τῶν θείων νόμων καταφρονήσαντες.