Ancient Greek
ΚΕΦ. ΚΖ΄.
Origen, Adnotationes in Leviticum (fragmenta e catenis) 15
Not analysed yet
Στίχ. ιε΄. Ἐὰν δὲ ὁ ἁγιάσας αὐτὴν λυτρῶται τὴν οἰκίαν αὐτοῦ, προσθήσει ἐπʼ αὐτὸ τὸ ἐπίπεμπτον τοῦ ἀργυρίου τῆς ταμῆς, καὶ ἔσται αὐτῷ. Εἰ δὲ μὴ τιμὴν οἰκίας, ἢ ἀγροῦ τις, ἀλλʼ αὐτὰ ἁγιάσαι Θεῷ, τὴν τιμὴν καθήσει μετὰ τοῦ πέμπτου λυτρούμενος αὐτὰ, καὶ|καθέξει τὰς κτήσεις· ἑτέροις δὲ οὐκ ἀποδώσεται. Ἀλλὰ κἂν ἀποδῶται, μέχρι τοῦ Ἰωβηλαίου καθέξει ὁ πριάμενος, καὶ μετὰ τοῦτον ἔσται Θεοῦ.