Ancient Greek
ΚΕΦ. ΙΒ΄.
Origen, Adnotationes in Leviticum (fragmenta e catenis) 2
Not analysed yet
Στίχ. β΄. Γυνὴ ἥτις ἐὰν σπερματισθῇ, καὶ τέκῃ ἄρσεν. Παρέλκειν δόξει τὸ, ἐὰν σπερματισθῇ, προτασσόμενον τοῦ· καὶ τέκῃ ἄρσεν. Ἀλλʼ ἐφίστημι μήποτε ἵνα προφητικῶς ἡ Μαρία, οὐκ ἐκ τοῦ ἐσπερματίσθαι (17) τεκοῦσα ἄρσεν, μὴ νομισθῇ ἀκάθαρτος εἶναι, γεγεννηκυῖα τὸν Σωτῆρα, εἴρηκεν ὅλον Ἐδύνατο δὲ καὶ μὴ προκειμένου τοῦ, Ἐὰν σπερματισθῇ, νοεῖσθαι μὴ οὖσα ἀκάθαρτος ἡ Μαρία· οὐ γὰρ ἀπλῶς γυνὴ, ἀλλὰ παρθένος.